![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vuMyYJd-PegRAHDuOIXev_Bjwq3jCq2tv15gwdsJNZQzYXpr1s9qdOFflpOMrpewqtAYXlsRYko75ZdRIqjvlq4J5xKYRugS1CN5hDgNqVOXK6U9roNDfmyPuuiKF1MSoq5QGXZ4fE6vCaj9oSg_-Ms0XayvtqFVnVKVqP65c=s0-d)
Μάχην καρτερὰν ἐν τῷ χθίζῳ τελικῷ ἀγῶνι ἐποιήσατο ἡ Ἱσπανικὴ ποδοσφαιρικὴ
(1) ἴλη ὥστε τέλος τὰ τῆς Εὐρωπαίας ἁμίλλης πρωτεῖα πάλιν κρατεῖ μετὰ ἔτη πυκνῶν ἀποτυχιῶν τετταρακοντατέτταρα. τὴν γὰρ Ῥωσσίαν ἤδη νικήσασα ἐν τῷ ἡμιτελικῷ
(2), ἡ Ἱσπανικὴ ἴλη περὶ τοῦ ἄθλου ἠγωνίζετο χθὲς τῇ Γερμανικῇ ἣ προτοῦ τὴν Τουρκίαν ἀπεκεκλείκει. ἡ δὲ Γερμανία, ἐπειδὴ ἤδη τρία τε παγκόσμια κύπελλα καὶ τρία Εὐρωπαῖα κατέχει καὶ πρὸς τοῖσδ' ἔτι εἴωθεν ἐν ταῖς μεγάλαις ἁμίλλαις πολλάκις ἕως τῶν τελικῶν
(3) περιγίγνεσθαι, ἀεὶ δεινὸς ἀντίπαλός ἐστιν. ἀλλ΄ ὅμως ἐχθὲς ἐφάνησαν κρείττους καὶ δεινότεροι οἱ Ἰβήριοι
(4) ἀθληταὶ ἄλλως τε καὶ τῷ τριακοστῷ τρίτῳ λεπτῷ
,(5) ὅτε ὁ Φερνάνδος Τόρρες, καίπερ ἐνὸς ἐναντίου ἅμα τῷ τερματοφύλακι
(6) ἔτι κωλύοντος, τὴν σφαῖραν λὰξ ἔβαλεν εὐθὺ τὸ τέρμα
(7) εἴσω. μετὰ ταῦτα ἡ Γερμανία οὐχ οἵα τ' ἦν τὰ πράγματα ἀναστρέψαι.
Τοῦ ἀθλήματος εὐθὺς λήξαντος, οἱ ὀλολυγμοὶ καὶ οἱ παιᾶνες τῶν Ἱσπανῶν καὶ Ἱσπανοφίλων φιλαθλητῶν ἔν τε τῇ Αὐστρίᾳ, οὗ ὁ ἀγὼν ἐγένετο, καὶ δὴ καὶ ἐν τῇ ἑορταζούσῃ πατρίδι πολλοὶ καὶ μεγάλοι ἦσαν οἷον οὐδεπώποτε.
1) ποδόσφαιρον, τό - football, soccer
2) ἡμιτελικά, τά - semi-finals
3) τελικόν, τό - the final [round]
4) Ἰβήριος, ὁ - Iberian, i.e. Spanish
5) λεπτόν, τό - minute
6) τερματοφύλαξ, ὁ - the goalkeeper, goalie
7) τέρμα, τό - the goal